μάστιγας καὶ κέντρα καὶ πῦρ καὶ τὸ τελευταῖον, σφα- γήν, ὁ δὲ μικρὸν ἐπισχών, ἀφίημί σε, φησί, καὶ ποιῶ κύριον τῆς ὅποι βούλει πορείας, καὶ σώζου καὶ μένε μέν, εἰ τοῦθ’ ἥδιον, ἐν ταῖς ἐμαῖς πόλεσι, βάδιζε δὲ Ἀθήναζε καὶ κομίζου
τὴν οἰκείαν, εἰ τοῦτό σοι κατὰ νοῦν. καὶ μειδιῶν ἄμα καὶ βλέπων εἰς τοὺς παρόντας, ἐπιμελοῦ δέ, φησί, καὶ τοῦ Ἐλέου βωμοῦ. παρ’ ὑμῖν γάρ ἐστι τοῖς ἡμέροις, ἡμεῖς δὲ ὠμοί τε καὶ βάρβαροι.
αὐτῷ γενέσθαι κυρίῳ καὶ ὡς ἡττήθη τῶν δικαίων καὶ ὡς ἠλέησε τὴν τύχην καὶ ὧς ἔδεισε τὸ τοῦ μέλλοντος ἀφανὲς καὶ ὧς δόξαν μεγαλοψυχίας ἐδίωξεν ἐχθροῦ φειδόμενος καὶ ὧς ἐξῄτησε φιλανθρωπότερος νομισθῆ- ναι τοῦ δήμου τῶν Ἀθηναίων ζητῶν. ἀκούομεν δὲ
αὐτὸν καὶ πρὸς τὰς Ἀπολλοφάνους θυγατέρας ποιῆσαί τι παραπλήσιον. ἀφεῖναι γὰρ αὐτὰς Σατύρῳ τῷ τῆς κωμῳδίας ὑποκριτῇ τοῦ πατρὸς τῶν κορῶν ἀπεκτονό- τος αὐτῷ τὸν ἀδελφόν.
τις ὑπολάβοι, λελυμένος δὲ ἤδη καὶ τετυχηκὼς ἀδείας οὐκ ἂν φαίην ὧς ἐβουλευσάμην ὅποι χρὴ τραπέσθαι. 4 | καίτοι παρὰ πολλοῖς τῶν Ἑλλήνων ἦσαν εὐερ- γεσίαι μοι κείμεναι, καὶ μετέδωκαν ἀσμένως ἄν μοι καὶ πολιτείας καὶ γῆς καὶ τῶν ἄλλων ἀγαθῶν, ἀλλ’ 5 6 7 οὐκ ἦν ταῦτα τῆς ἐμῆς ψυχῆς, ἀλλ’ εὐθὺς οἴκαδε ἠπειγόμην. οὕτως ἰσχυρὸς ἔρως ἐντέτηκέ μοι τῆς πα- τρίδος καὶ οὐδ’ ἡ ἔκδοσις αὐτὸν καταπαῦσαι δύναται.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.