ἐκδεδομένος, ἀλλ’ ὡς ἄν τις πρεσβεύων, ἀπὸ τῆς συν- ήθους διελεγόμην παρρησίας ὅτι πᾶς εὖ φρονῶν, ὦ Φίλιππε, καὶ τὰ δίκαια ποιῶν τὴν αὑτοῦ πα- τρίδα φιλεῖ. καὶ ὥσπερ σὺ ζῇς ἐν τοῖς ὅπλοις ἐπὶ τῷ μείζω ποιῆσαι τὴν βασιλείαν, οὕτως
οὐδὲν θαυμαστὸν τὰς Ἀθήνας τὸν Ἀθηναῖον φρουρεῖν. οὐδὲ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις ὅτι μικρὸν φρονοῦσαν τὴν πόλιν παραλαβὼν ἐ̓πει- θον τάξεως οὐ προσηκούσης ὀρέγεσθαι, ἀλλ’ οἶσθα δήπου μαθὼν τὸν Μαραθῶνα, τὴν Σα-
λαμῖνα, τὸ Ἀρτεμίσιον, τὰς Πλαταιάς, τὴν Μυκάλην, τὴν Κύπρον, οὓς ἔστησεν ὅρους βα- σιλεῖ, καὶ μυρία ἂν ἔχοιμί σοι διελθεῖν, ὦ Φί- λιππε, μεστὸς ὢν ἐγὼ διηγήσεων, καὶ διαδεξά- 1 2 μένος βῆμα <γέμον> α σεμνῶν καὶ καλῶν ἐπειρώμην, ὁμολογῶ, μὴ λείπεσθαι τῶν | 3 παλαιῶν ῥητόρων.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.