συνωδυρόμην, τοὺς δυσμενεῖς δ’ ὁρῶν κατεδυόμην, οὐχ ὧς ἄν τις ἀδικῶν, ποῖον γὰρ ἀδίκημα πολιτεύ- εσθαι μετ’ ἀνδρείας; ἀλλ’ ὡς ὑμῶν οὐκέθ’ ὁμοίων ὄντων. ἐπεὶ δὲ ὧς τὸν Φίλιππον ἤλθομεν, ἃ μὲν πρὸ τῶν βασιλείων ἤκουον παρὰ τῶν ξένων καὶ πεζεταίρων
τωθαζόντων καὶ κροτούντων καὶ γεγηθότων ὡς ἂν αὐτὰς ἐχόντων τὰς Ἀθήνας, τίς ἂν διηγήσασθαι δύ- ναιτο; ἀλλ’ ἐπειδὴ σεμνὸς σεμνῶς ἐκάθητο Φίλιππος γέμων χαρᾶς καὶ δοῦλον ἔχων ὃν οὐκ ἠδυνήθη πρί- ασθαι καὶ διὰ τῶν δορυφόρων εἰσηγόμην, τοὺς μὲν
ἀπέστησέ μου τοῦ σώματος τοὺς ἐπικειμένους, ἐμὲ δὲ εἰς αὑτὸν βλέψαι κελεύσας ἤρετο τί παθὼν ἐγὼ δεινὸν 1 2 ὑπὸ τῆς οἰκίας τῆς αὑτοῦ τοσαῦτα αὐτὸν ἀνιάσαιμι παροξύνων τὸν δῆμον καὶ δυνάμεις ἐκπέμπων καὶ παραινῶν τὴν Μακεδονίαν λῃστεύειν.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.