περὶ τῶν αἰχμαλώτων χρησομένους νόμῳ ποιήσει τοῦτο ὅ πολλοὶ πολλάκις καὶ οὕτως αὐτοὺς ἀφήσει καὶ ἀπο- πέμψει βουλόμενος καὶ ἄλλως αὑτῷ χάριν τινὰ κεῖσθαι 2 3 4 5 6 παρ’ ὑμῖν, ὅπως, εἰ μεταπέσοι τὰ παρὰ τοῦ δαιμονίου, δύνηταί τινος ἀναμιμνήσκειν τὸν δῆμον. ᾔδει γάρ, ᾔδει καὶ νῦν οὐκ ἀρετῇ νενικηκώς, τῇ δὲ τύχῃ πλέον ἐσχηκώς, ὅθεν αὐτὸν ἀκούω μηδὲ στεφανώσασθαι λογι- ζόμενον, τίς ὢν τίνων ἐφάνη κρείττων.
τοὺς τοῦτον αἰτήσοντας ἔπεμψεν. οὐχ οὕτως ὑμᾶς ἀλλοτρίους ἡγεῖται τῶν πατέρων οὐδ’ ἀνήκοος ἐστι τῶν παλαιῶν πολέμων ἐν οἷς πολλῶν πολιτῶν εἰς τοὺς πολεμίους ἁλόντων οὐδεὶς τοιαύτην εὕρατο λύσιν. ἀλλ’ ἐνεθυμήθη πρὸς αὑτόν, ὡς αἰτήσω μὲν ἐγὼ
τὸν Δημοσθένην, ὁ δὲ ἀντερεῖ παρελθών, καὶ ὁ μὲν δῆμος οὐ Ι δώσει, λυπήσει δὲ τοῦτο 7 τοὺς τῶν αἰχμαλώτων οἰκείους, παραιρήσεται δὲ τὸ πρᾶγμα τῆς τοῦ ῥήτορος παρρησίας, καὶ τοὺς ἀντιδίκους οὕτως ἕξει πολλούς, ὁπόταν
ἐπιχειρῇ τι λέγειν.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.