ἀλλὰ καὶ δακρύοντας ἔγωγε εἶδόν τινας ἐπ’ ἐμοὶ μᾶλλον ἢ τοῖς ἑαλωκόσιν. ἐλογίζοντο γάρ, οἶμαι, τοῦθ’ ὅτι τὸ μὲν ἐκείνων ἐκ πολλῶν παραδειγμάτων ἔχει παραμυθίαν καὶ νόμῳ πολέμου συμβέβηκε, τὸ δ’ ἐμὸν καινὸν ἂν <εἴη> a καὶ οὔπω πρόσθεν γενόμενον καὶ μόνῳ
πάντων συμβεβηκός. οὕτως ἐστέ, ὦ ἄνδρες <Ἀιξμσὸπο>. χρηστοὶ καὶ φιλάνθρωποι καὶ πρὸ τῶν ὑμετέρων ἰδέων τὴν κοινὴν δόξαν ποιούμενοι.
Declamatio 21. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.