νέσθαι, τὸ περὶ Χαιρώνειαν πάθος. μέχρι γὰρ τούτων τῶν καιρῶν ζῆν ἐσπούδακας ὅν ὑπὸ τοὺς πρώτους χρόνους ἔδει τετελευτηκέναι. εἰ γὰρ οὐ δύνασαι φέρειν τὴν φορὰν τοῦ Μακεδόνος οὐδὲ τοὺς Ἕλληνας ἀπολ- 1 2 λυμένους ὁρᾶν ἡδέως, ἀλλ’ ἀλγεῖς καὶ λυπῇ, μετὰ τὴν πρώτην πόλιν ἀλοῦσαν σαυτὸν προσάγγειλον. σὺ δ’ ἀναμένεις ἐφησθῆναι πᾶσι τοῖς δημοσίοις κακοῖς. ἐχρῆν πρὸ Φωκέων τετελευτηκέναι, πρὸ τῆς Ὀλυνθίων συμφορᾶς, πρὸ τῆς Εὐβοίας δεδουλωμένης. ἐκέρδανας
ἂν τὸ μέγιστον κέρδος, ἐξῆλθες ἂν ἐκ τοῦ ζῆν ἀθέα- τος χαλεπῶν τοσούτων ἀτυχημάτων. σὺ δὲ διὰ πάντων ἔμεινας φιλοψυχῶν. ἄνανδρος ὧς ἀληθῶς ἦσθα καὶ δειλός. βραδέως ἀποθνήσκεις.
Declamatio 20. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.