εἰπεῖν Ἀθηναίοις· ἐξέστητε τῆς ὑποθέσεως ἐφ’ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον. καὶ πάλιν· μάνδρα- 1 2 3 4 5 γόραν ἐοίκατε πεπωκόσιν ἀνθρώποις ὑποκατα- κλινόμενοι Φιλίππῳ. ἐλοιδόρησας τὸν εὐεργέτην πάντων Φίλιππον, τὸν σωτῆρα τῆς Ἑλλάδος βάρβα- ρον εἴπας αὐτὸν ὅθεν οὐδὲ ἀνδράποδον σπου-
δαῖον ἔστι πρίασθαι. τοιγαροῦν ὁ δοῦλος, ὁ βάρ- βαρος ἐπιτάσσει νῦν Ἀθηναίοις. τὸν φιλέταιρον ἄν θρωπον ἐχθρὸν σεαυτῷ καὶ τῇ πόλει κατεσκεύασας. ἔμελέ σοι περὶ Δορίσκου καὶ Σερρίου. πάνυ γὰρ ἐκεῖνα 6 θαυμαστὰ τὰ | χωρία. Θρᾴκην ὠδύρου καθάπερ
<ἂν> a τὴν Ἀττικὴν πολιορκουμένην. ὑπὲρ πάντων κλαίεις, Δημόσθενες, ὑπὲρ Ἰλλυριῶν, ὑπὲρ Τριβαλλῶν, ὑπὲρ Ἀμφιπόλεως, ὑπὲρ Ποτιδαίας. τοιγαροῦν ταῦτά σε ἀπολώλεκε τὰ δάκρυα. Φίλιππός σου κρατεῖ.
Declamatio 20. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.