φᾶν, ἀλλ’ ἐξάγεις αὐτ’ οὑς ἐκ τῶν Διονυσίων ἐπὶ τὴν θάλατταν καὶ κατακεκλιμένους ἐν τῷ θεάτρῳ καὶ ταῖς πανηγύρεσι ταῖς τοιαύταις τὰ τῶν Ἑλλήνων καταναγ- κάζεις πολυπραγμονεῖν πράγματα. Θετταλῶν κατα- λύει τὰς πολιτείας ὁ Φίλιππος. τί δὲ σοὶ μέλει
τῶν ἐν Θετταλοῖς ἀτυχημάτων; τυραννίδας ἐν Εὐ- βοίᾳ καθίστησιν. εἶτα δακρύεις Εὐβοέας τυραννου- μένους; διοικίζει τὸ Φωκέων ἔθνος. κάλλιον γὰρ οἰκεῖσθαι κατὰ κώμας αὐτοὺς ἤ κατὰ πόλεις ἀεί]. εἰς τὴν ἀμφικτυονίαν παραδύεται. ἐγκαλύπτου. οὐδείς
σε τῶν ὅπλων ἕνεκεν τῶν Φιλίππου κρινεῖ. ἀπάγει τὴν ἱερὰν τριήρη τῆς Ἀττικῆς. καὶ γὰρ Λύ- σανδρος πρότερον πολλὰς ἡμῶν τριήρεις κατεναυ- μάχησεν. ἐπιβουλεύει τοῖς Ἀθηναίοις. σὺ μό- νος οἶδας ταῦτα <καὶ> a καταμαντεύῃ τὰ 2 3 πόσῳ κάλλιον ζηλῶσαι Φιλοκράτην, μιμήσασθαι τὴν Αἰσχίνου καὶ Δημάδου πολιτείαν, αἰχμαλώτους λαμβά- νειν, ἐκπώματα, χρυσίον. εὐδοκιμοῦσιν οὗτοι καὶ τὸν δῆμον δοκοῦσι τῶν Ἀθηναίων φιλεῖν. κἂν μαστιγώσῃ τις αὐτῶν Ὀλυνθίαν γυναῖκα, θαυμάζεται. κἂν φιλο-
τησίας προπίῃ Φιλίππῳ, παρ’ ὑμῖν ἐπαινεῖται.
Declamatio 20. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.