γὰρ οὐ δεῖ τἀληθῆ λέγειν πρὸς ὑμᾶς; τί δὲ οὐ περὶ τὴν ὑστάτην ἡμέραν παρρησιάσομαι; ὁ δῆμος ὁ] τῶν Ἀθηναίων ἐβούλετο φίλος εἷναι Μακεδόσι καὶ παρα- χωρεῖν αὐτοῖς τῆς ἡγεμονίας. οὐκοῦν ἴδει ταῦτα πράτ- τειν ἐπιτρέπειν; τί γάρ, ὦ πάντων ἀνθρώπων πονη-
ρότατε Δημόσθενες, δότε γὰρ ἐμαυτῷ με ἐπιτιμῆσαι καὶ κατηγορίαν τῶν ἐμοὶ πεπολιτευμένων ·ποιήσασθαι, τί οὖν, ὦ Δημόσθενες, τὸν δῆμον ἐτάραττες; τί δὲ ἐκίνεις ἀκαίρως αὐτὸν ἐπὶ τοιαύτας φιλοτιμίας ἄρ- χετε τῆς θαλάττης λέγων; οὐ θέλετε ἐμβαίνειν
εἰς τὰς τριήρεις; οὐ βούλεσθε ναυμαχεῖν; μὴ χρῆσθε ξενικῇ τῇ δυνάμει, τοὺς πολίτας εἰς τὸν 1 2 3 4 κατάλογον τῶν μαχομένων ἐμποιήσασθε. καὶ οὐ κάλλιον θεάσασθαι τούτους ἢ μάχεσθαι. τοὺς πόρους τῶν στρατιωτῶν μὴ νέμεσθε.
Declamatio 20. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.