με πρεσβεύειν εἰς τὰς πόλεις καὶ παλινῳδίαν ᾄδειν, ὅτι ἐκεῖνα μὲν ἦν ἃ πρότερον ὑμῖν ἔλεγον συ- κοφάντου, ταυτὶ δὲ ἀπὸ τῆς ἀληθείας. Φίλιπ- πος ἀπόγονος μέν ἐστιν αὐτοῦ τοῦ Δῖός, χρη- στὸς δὲ τὸν τρόπον, τὴν δὲ δύναμιν ἀνυπόστα-
τος, δίκαιος πρὸς τοὺς φίλους, θεῶν ἐπιμελής; ταύτας ἀφήσει Δημοσθένης τὰς φωνὰς ἐν Ἀργείοις καὶ Μεσσηνίοις καὶ τοῖς ἄλλοις Ἕλλησι;
ὥστε πόθῳ τοῦ ζῆν βλάψαι τὴν ἐνέγκασαν. βλάψαιμι 1 2 3 δ’ ἄν, εἰ ψήφισμα τοιοῦτο νικήσειε παρ’ ὑμῖν. ἀλλ᾿ οὐ νικήσει, μέχρις ἂν ᾖ κώνειον, οὐδὲ γράψει τις Ἀθήνησιν· ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθη- ναίων Δημοσθένη <τὸν> Παιανιέα Φιλίππῳ
Μακεδόνι δεδόσθαι ὅ τι βούλεται χρῆσθαι. μὴ γὰρ δέξαιτο τοιαῦτα τὸ Μητρῷον γράμματα μηδὲ ἀνα- μιχθείη τοῖς Ὑπερίδῃ καὶ Δημομέλει περὶ ἐμοῦ <γε- γραμμένοις> ἕτερα ἐκείνοις ἐναντία, αἰσχρὸν γάρ, σχρὸν ἐν ταὐτῇ πόλει τὸν αὐτὸν ἄνθρωπον νῦν μὲν
ἀρετῆς ἕνεκα ἐστεφανῶσθαι, μικρὸν δὲ ὕστερον τοῖς ἐχθροῖς ἐκδίδοσθαι. ἀλλ’ ἔστω τὸ τελευταῖον σύμφωνον τοῖς προλαβοῦσι ψηφίσμασιν. ἐστεφανώθη ὁ Δημοσθέ- νης ὑπ’ Ἀθηναίων. ταῦτα κρατείτω καὶ τριβέτω τις τὸ φάρμακον.
ἄνδρες Ἀθηναῖοι, μάλιστα Φίλιππος δέδοικε, τὰς τῶν θεῶν ὑπὲρ τῆς πόλεως μαντείας, τὴν ἔμφυτον ὑμῶν πρὸς τοὺς κινδύνους ἀνδρείαν, | τὴν ἐμὴν ἐπὶ 6 τοῦ βήματος παρρησίαν. ἀκούει μὲν γὰρ τῶν χρησμῶν ἀσκὸν ἀβάπτιστον ᾀδόντων τὴν πόλιν, ἔγνω δὲ τὰς
ὑμετέρας φύσεις ἐν τοῖς πεσοῦσι καλῶς, οἶδε δὲ τὴν ἐμὴν προθυμίαν οὐκ ἐνδιδοῦσαν καιρῷ δυσκόλῳ.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.