λοῦντά με βάρβαρον, τὸν λοιδοροῦντα τὴν Πέλ- λαν, τὸν νενικηκότα μου τὰς πρὸς Θηβαίους εὐεργεσίας τοῖς λόγοις; ἐγὼ μὲν αὐτοὺς ἀπήλ- λαξα πολέμου, Δημοσθένης δέ μοι τὴν πόλιν
ἐπήγαγε καὶ διὰ ταῦτα Χαιρώνεια τὴν μάχην ἀντ’ Ἐλευσῖνος ἐδέξατο.
μεῖζον ἢ τῇ περὶ τὴν μάχην τύχῃ; οὐ γὰρ ἀθροίσει τοὺς προδότας, τὸν Δάοχον, τὸν Ἱερώνυμον, τὸν Μνασέαν, τὸν Εὐξίθεον; Δημάδης μὲν γὰρ ὄψεταί 2 3 με ἀγόμενον, ἀλλ’ ἐκείνοις γε οὐκ ἐπιστελεῖ; ἥκετε θεασόμενοι τὸν ἀδιάφθορον, τὸν ἀνάλωτον. εἴληπται καὶ γέγονεν ἐμός, οὐκ ἐκ παρατάξεως, ἀλλ’ ἀπὸ τῆς ἐκκλησίας. περίστητε, πατάξατε,
πλήξατε, μαστιγώσατε, νείμασθε τὰ μέλη, γεύ- σασθε τῶν σαρκῶν. οὗτος ὑμᾶς ἐκάλει τοὺς ἐμοὺς φίλους κακοδαίμονας. διασπάσασθε τὸν εὐδαίμονα ὑαεῖς οἱ κακοδαίμονες.
σθαί μου τὸν ἄνθρωπον, πρᾶγμα ἀμήχανον; ἔστω, δο- κείτω. βούλεσθε θῶ καὶ τιμὰς ἔσεσθαί μοι παρ’ αὐτοῦ; ἔστω δὲ] καὶ τοῦτο. καὶ τί γένοιτ’ ἄν μοι τῇ Φιλίππου φιλανθρωπίᾳ, ὅταν ἀποκτεῖναι κύριος ὢν πολλὰ ὀνει- δίσας ζῆν ἀφῇ; οὐ φοβερώτερόν μοι τὸ κώνειον τῆς
παρ’ ἐκείνου φιλοτησίας. εἰ γὰρ τὰ βασιλέως πρὸς Θεμιστοκλέα μιμήσαιτο γῆν διδοὺς πολλὴν περὶ τὴν Βόλβην, εἰ γὰρ πᾶσαν τὴν Μυγδονίαν, εἰ γὰρ Ἀνθε- μοῦντα ὅλον, τὸ τῶν ταλαιπώρων Ὀλυνθίων δέλεαρ, 4 5 ἐνέγκαιμ’ ἂν ζῆν ἐν Μακεδονίᾳ, <ἐν> τοῖς ἔθεσι καὶ νόμοις μετὰ τοὺς Δράκοντος, ὦ θεοί, καὶ Σόλωνος, μετὰ δημοκρατίαν ἐν τυραννίδι, μετὰ τῶν ἀσελγῶν καὶ μεθυόντων, μετὰ τῶν μίμων καὶ τῶν κα- κῶς ὀρχουμένων, σκωπτόμενος καὶ τωθαζόμενος; οὗτός
ἐστι Δημοσθένης ὁ δύσκολος, ὁ δύστροπος, ὁ τὸ ὕδωρ | πίνων, ὁ διακωμῳδῶν τὴν ἡμε- 6 τέραν εὐπάθειαν.
Declamatio 19. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.