ἐγγραφείς. ὁ δῆμος οὖν ἔστω κύριος, οἶ πεπονθότες ἔστωσαν δεσπόται τοῦ σώματος. τί τὸν κοινὸν οἰκέτην ὑπερορίζεις;
μὲν γάρ, ὧς ἔοικεν, ὠνεῖτο τὰς πόλεις, νυνὶ δὲ καὶ 1 τοὺς | δημαγωγούς. ἐγὼ δ’ οἶδα πάντας τοὺς ἀδικήσαντας ἐνταῦθα τὴν τιμωρίαν ὑπομένοντας καὶ 2 3 4 οὐδεὶς οὔτε τῶν τὰ μεγάλα δεδρακότων οὔτε τῶν τὰ μετριώτερα παρ’ ἄλλοις τὴν δίκην ὑπομένει, ἀλλὰ κέκριταί τις ἐνταῦθα, καὶ τοῖς ἐπιτιμίοις ὑπεύθυνος γίγνεται. ὥσπερ οὖν <ἅν> εἰ τὴν τῆς ξενίας ἔγραφε παρ’ ἄλλοις εἰσάγειν, παρηνόμει καταλύων τὰ
δικαστήρια, τὸν αὐτὸν τρόπον ἀκύρους τοὺς νόμους ποιεῖ ἐν οἶς τὸν ἁλόντα ξενίας ἄλλοις πιπράσκεσθαι παραινεῖ.
Declamatio 18. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.