τὴν πόλιν ἔστερξε τὴν ὑμετέραν ὡς τῶν αὐτοχθόνων εἷς, ὧς Ἀθηναῖος γνήσιος, καὶ διὰ τοῦτο πολὺν ἔλαθε 1 2 3 4 5 6 χρόνον καὶ κατὰ μηδέν τι ταῖς Ἀθήναις προσήκων ἐν τοῖς εὐνουστάτοις καὶ τοῖς εὐγενεστάτοις τῶν πολιτῶν ἐκρίνετο. ὠδύρετο Φωκέας ὁ ξένος, ἔκλαιε τὸ Χαλκι- δέων γένος ὁ μὴ πολίτης, ἐμίσει Φίλιππον ὁ ἀλλό-
τριος, ὑπὲρ Ἀθηναίων ὡς Ἀθηναῖος ἐπολιτεύετο. ἀλλ’ ἤλεγξεν αὐτὸν ξένον ὄντα Φίλιππος. οἱ γοῦν ἐκείνῳ χαριζόμενοι παρῆγον αὐτὸν εἰς τὸ δικαστήριον καὶ ἄνθρωπος πολλάκις ἐστεφανωμένος ἀρετῆς καὶ εὐνοίας ἕνεκεν ἐκρίνετο καὶ ἡλίσκετο. καὶ ὁ πρότερον δουλεύ-
ὄντας Θετταλοὺς καὶ τὴν Θρᾴκην ὀδυρόμενος πολλάκις νῦν δοῦλός ἐστι.
Declamatio 18. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.