ἀλοῦσι τῆς ξενίας τεθείκαμεν. εἰ δὲ τὴν δουλείαν προστίθημι, κατ’ ἀμφότερα τὸ ψήφισμα δεόντως γέ- γραπται, ὅτι τε φυλάττει τὴν δίκην τὴν ὑπὸ τῶν νό- μων τῶν παλαιῶν τοῖς ξένοις ὁρισθεῖσαν καὶ ὅτι κύριον ἀποφαίνεται τοῦτον τοῦ Δημοσθένους, ὅς ἐκ
τῆς τούτου δουλείας τὰ μέγιστ’ ὠφεληθήσεται. καὶ τὸ 1 2 3 μὲν ἄλλω αὐτὸν ἴσως ἐστὶ τοῖς νόμοις ὑπεναντίον, τὸ δὲ τῷ δήμῳ δουλεύειν ἀναγκάζειν κατὰ τὴν τοῦ νόμου γνώμην ἐστὶ γεγραμμένον. αὐτοῦ εἶναι δεῖ κυρίους ὑμᾶς ὧν καὶ πρότερον πολίτης ἔδοξε. πάντας ἠδίκησεν Ἀθηναίους. οὐκοῦν πάντες ἔστωσαν δεσπόται τοῦ σώ-
μάτος.
Declamatio 18. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.