ὁ μὲν ἐρασθεὶς νόμων, ἐθῶν εἰσῆλθεν εἰς τὴν πολι- τείαν, ὁ δὲ μισῶν ἐχθρῶς σφετερίζεται τὰ τῶν Ἀθη- νῶν κτήματα. τοῦτον ἐδίωξάν τινες ἐνταῦθα ξενίας γραφήν, ἐκεῖνον οἱ πατέρες ἡμῶν πολλὰς ἐδίωξαν γραφάς, ξενίας, ἀσεβείας, ὅτι βάρβαρος ὢν καὶ μηδέν
τι ταῖς Ἀθήναις προσήκων καὶ πολλῷ τῶν βαρβάρων ἀγενέστερος ἡγεμονίας καὶ δυναστείας κατὰ μηδὲν αὐτῷ προσηκούσης ἀμφισβητεῖν ἐσπούδακεν.
μην <καὶ> δημόσιον αὐτὸν εἶναι 4 ἐγὼ δέ, εἰ καὶ παράνομον | φήσει τις εἶναι τὸ ψήφισμα τοὐμόν, ἀλλ’ εἰ λυσιτελές ἐστιν, ἀνάγκην εἶναί φημι προσέσθαι. καὶ γὰρ εἰ λύεταί τι τῶν νο- μίμων, τὸ τῆς πατρίδος συμφέρον κυριώτερον εἷναί
φημι γραμμάτων πολλῶν. ὁπότε γὰρ καὶ τοὺς νόμους αὐτοὺς ὑπὲρ τοῦ κοινῇ συμφέροντος τιθέμεθα, πῶς ἀδικοῦμεν, εἰ τὸ κοινῇ συνοῖσον τῶν νόμων προτιμῶ- μεν;
Declamatio 18. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.