δὲ οὐδὲν ἔδει σοφισμάτων οὐδὲ ποικίλων, Αἰσχίνη, λογῶ, ἀλλ’ ὑπῆρχεν ἀφθονία δικαίων, μεθ’ ἧς ἄν τις καὶ τῶν ἰδιωτῶν οὐ χαλεπῶς ἐξέωσε Φίλιππον 1 2 3 ὅτι, ὦ ἄνδρες ἀμφικτύονες, τουτὶ τὸ πρᾶγμα πάνδεινόν ἐστι. πατεῖτε παλαιοὺς ὅρκους, ἔθη συγχεῖτε τίμια, κινεῖτε νόμους ἀρχαίους ὑπ’ ἀνδρῶν τεθέντας θεοφιλῶν οἳ κατὰ τὸν ἐξαί- σιον ἐκεῖνον κατακλυσμὸν λέγονται <γεγονέ-
ναι>. τύραννον, ὦ Γῆ καὶ Πύθιε, <καὶ< βαρον <δέξονται> οἱ μηδὲ τῶν Ἑλλήνων τῶν ἔξω τοῦ καταλόγου. ταῦτα οὐκ ἠπίστασο; Ι ταῦτα οὐκ ἦν εἰπεῖν ῥᾷστον; οὐκ ᾔδεις ὡρι- 4 σμένον γένεσί τισι τὸν ἀριθμόν; Ἴωνες, Δωριεῖς, Βοιω-
τοί, Περραιβοί, Μάγνητες, Ἀχαιοί, Φθιῶται, Μηλιεῖς, Δόλοπες, Αἰνιᾶνες, Δελφοί, Φωκεῖς, ἕως ἐπέτρεπεν Αἰσχίνης. τοῦτ’ οὖν οὐκ ἀρκοῦν εἰς συμφοράν, ἀλλὰ προσεῖναι δεῖ τούτῳ τὸ καὶ τἀκείνων ἔχειν τὸν ἀνῃρη- κότα; καὶ πόσῳ βέλτιον ἐνδεῖν τινος εἰς τὸν ἀριθμὸν
ἢ κακῶς ἀναπληροῦν τὸ μέρος;
ὁ φόβος γε τοῦ λυσιτελεῖν σφισιν ἐν ἀμφικτύονος σχήματι δεσπότην ἐφεστάναι ταῖς συνόδοις. μὴ γὰρ δὴ νομίζετε, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ μὲν ὑμετέρᾳ πόλει τοῦτ’ εἶναι σφαλερόν, τοῖς δ’ ἄλλοις ἀσφάλειαν ἔχειν,
ἀλλ’ ἴσον ἅπασι κίνδυνον. δεινὴ γὰρ ἡ φιλοτιμία τἀνθρώπου καὶ τὸ πρὸς τοὺς ἐλευθερίας ἐπιθυμοῦντας μῖσος. ταῦτ’ οὖν ἐκείνους ἔπειθεν ἂν μηδὲν οὕτω θαυ- μάζειν ὥστε αὐτοὺς ἀπολλύναι.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.