μὲν τὰ χείρω τοὺς ἀμφικτύονας, ποιῆσαι δὲ κύρια τὰ βελτίω μαθόντας τὴν ἐν οἷς ἐβούλοντο βλάβην;
οὐ μὰ Δία, κατὰ τῶν συμμάχων ὑπὲρ τῶν βαρβάρων, οὐκ ἐν ταῖς ἐκκλησίαις ἐπὶ παρακρούσει τῶν πολιτῶν, καὶ μάλιστα μὲν πανταχοῦ τὰ δίκαια τιμᾶν, εἰ δ’ ἄρα δεῖ που καὶ σοφίσασθαι, οὗ πλεονεκτήσειεν ἄν τις τῶν ἐχθρῶν, ἐνταῦθα καιρὸς τῶν κλεμμάτων.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.