καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἐχθρὸν ἐγκατεστήσατε τῇ πυλαίᾳ ῥᾳδίως, καὶ οὐδὲ ῥῆμα ἐναντίον ἀφήκατε, δῆλον ὧς χρηστὸν καὶ δίκαιον καὶ τιμῶν ἄξιον. εἶτα οὐκ αἰσχύνεσθε κακῶς λέγοντες νῦν ὅν οὐκ ἐπέσχετε, ἡνίκα τῶν μεγίστων ἐτύγχανεν; οὐκοῦν τὴν οὐκ ἀναγ-
καίαν Αἰσχίνου σιγὴν ἀνάγκη μετὰ ταῦτα τὸν δῆμον ἅπαντα μιμεῖσθαι καὶ μηκέτι ἐγκαλεῖν τῷ τοσαῦτα ἠδικηκότι;
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.