τῆς καλῆς ταύτης τοῦ συνεδρίου μετουσίας ἔτ’ ἀσφα- λέστερος ἔσται καὶ μείζων τὰ μὲν ὅπλα καὶ τὰς μηχα- νὰς ἐπάγων τοῖς οὔπω κατεστραμμένοις, τοὺς δ’ ἐν τῇ πυλαίᾳ καθ’ αὑτοῦ παροξύνοντας οὐχ ἕξων. βασι- λεὺς γὰρ καὶ τύραννος πανταχοῦ φοβερόν, οὐ στρα-
τεύων μόνον, ἀλλὰ καὶ δικάζων καὶ βουλευόμενος. τίς δὲ τῶν ἀδικουμένων ὀδύραιτ’ ἂν ἃ πέπονθε ψήφους ἔχοντος Φιλίππου καὶ κολακευομένου καὶ πείθοντος ἃ βούλοιτο τὸ κοινόν; τὸν οὖν οἷς ἔχει μὲν οὐκ ἀγαπή- σοντα, ἀεὶ δέ τινος ἐπιθυμήσοντα, σιγᾶν δὲ τοὺς πα-
θόντας ἀναγκάσοντα φῶμεν εἰληφέναι τι παρὰ τοῦ κακῶς σεσιγηκότος Αἰσχίνου ἢ μή;
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.