τοίνυν ἔρεισμα; πῶς οἶόν τε τοῦθ’ ἡμῖν εἶναι τὸ πρόσρημα τὸ καλὸν καὶ ὑψηλὸν καὶ στεφάνου παντὸς ἀκριβέστερον κηρῦττον τὴν ἀρετήν, ὅταν ἐν τοῖς τῶν Ελλήνων κακοῖς ἡσυχάζωμεν καὶ παροινουμένων τῶν μεγίστων παρόντες σιωπῶμεν; οὐδεὶς γὰρ ὧς Αἰσχίνης
ἐσίγησεν ἐρεῖ οὐδὲ τοὔνομα ζητήσει τοῦ πυλαγόρου οὐδ’ ἐν τούτῳ στήσει τὴν μέμψιν, ἀλλ’ ἐπὶ τὴν πόλιν ἀνοίσει τὴν τοῦ πεμφθέντος κακίαν, ὥσπερ, οἶμαι, καὶ τὰς τῶν ἀγαθόν τι ποιούντων ἀρετὰς κοινὰς ὀνομά- ζουσι τῆς πόλεως, οἶον τἀριοτείδου, τὰ Κόνωνος, τὰ
Θεμιστοκλέους. οὐκοῦν καὶ νῦν Ἀθηναῖοι Φίλιππον ὁρῶντες ἀμφικτύονα γενόμενον παρεῖσαν, εἰσεδέξαντο, τοὺς εἰσάγοντας εὖ φρονεῖν ἡγοῦντο.
μήτ’ ἐκείνως μηδ’ ὅλως ἀδικεῖν τὴν ἐνεγκοῦσαν, εἰ δ’ ἡ φύσις | οὖσα πονηρὰ καθέλκεται καὶ οὐκ 5 ἂν ὁ μοχθηρὸς δύναιτο σωφρονεῖν, εἰς τὰ ἄλλα βλαπτέτω τῆς δόξης ἀπεχόμενος.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.