ἐξεπέμψαμεν καὶ νεκροὺς ἀδικουμένους Ι ἐθάψα- 1 μὲν καὶ δυστυχοῦντας ἀνθρώπους ἐδεξάμεθα καὶ Μα- ραθῶνι τὸν κοινὸν τῶν Ἑλλήνων ἐλύσαμεν κίνδυνον, οὐχ ἴν ἡμῖν ἐφ’ ἑκάστῳ τούτων παρὰ τῶν εὖ πα- σχόντων ἀργύριον γένηται καὶ πλουτήσειεν ἡ πόλις,
2 3 ἀλλ’ ὅπως ἀκούσαιμεν τὸ πολλῶν ἐντιμότερον χρημά- των, πατέρες καὶ τροφεῖς τοῦ γένους, καὶ γένηται τοῖς ποιηταῖς ᾄδειν περὶ τῶν Ἀθηνῶν, ἃ δὴ καὶ ᾖσαν ἔρεισμα τῆς Ἑλλάδος τὴν πόλιν καλέσαντες.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.