τῆς ἐμῆς τὰ δικαστήρια, Ἑλλανοδίκαι δὲ τούτων τῶν Ὀλυμπίων ὑμεῖς, καὶ γὰρ τούτοις τοῖς ἀθληταῖς κάθην- ται δικασταί. τοῦ νικῶντος ὁ στέφανος, οὐχ ὅστις ἀνα- γώνιστος. ἐμὲ εἰς τὸ πρυτανεῖον ὁ νόμος καλεῖ δι- καιότερον ἢ τοὺς Ὀλυμπιάδα καὶ Πυθιάδα νίκην ἀνῃ-
ρημένους. οἱ μὲν γὰρ μόνον εἰς δόξαν συναίρονται τῇ πατρίδι, τἀμὰ δὲ κηρύγμάτα ψηφίς μάτα χρηστὰ καὶ νόμοι συμφέροντες, πόροι χρημάτων, ἀπόστολοι, νῖκαι. πόσους ἡ πόλις αὕτη στεφάνους ἐκ τῶν ἐμῶν πολι- τευμάτων ἠνέγκατο. οἱ δεῖνες σωθέντες, οἶ δεῖνες
ἐλευθερωθέντες διὰ τὴν ἐμὴν προπέτειαν, ὧς Κε- φάλῳ δοκεῖ.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.