εἴκαζες, οὔτε ὁ Ἀχιλλεὺς | οὔτε ὁ Καινεὺς οὔτε εἴ 1 τις ἄλλη <τραυμάτων> κρείττων γενέσθαι λέγεται φύσις. ὡς ἐγὼ συκοφάντου καὶ διὰ παντὸς ἰόντος φθόνου ἐστράτευμαι πάντα νικῶν. μέγα φρονεῖς, εἰ μὴ τέ- τρωσαι· τίς γὰρ ἐπὶ σὲ συκοφάντης ἀφῆκεν ἔγκλημα;
ἄγε καὶ ἀθλητὰς εἰς τὸ πρυτανεῖον τοὺς οὐκ ἀποδύν- τας εἰς στάδιόν ποτε, καὶ τίς ἀνέξεται; ποῖος Γλαῦκος 2 3 4 5 6 ὁ Καρύστιος ἢ Πολυδάμας ὁ Σἀοτουσαῖος, οἳ πολλοῦ καμάτου καὶ ἱδρῶτος τοὺς στεφάνους ἐωνημένοι χαλκοῖ ἑστᾶσιν; οὐ γὰρ δεῖ πολιτείας ἀγωνιστὴν ἰδιώτῃ καὶ θεατὴν ἀθλητῇ παραβάλλειν.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.