δῆμον ἴθι, δευτέρα γὰρ ἡ διαχειροτονία. κἂν τοὺς πολλοὺς ἔχῃς ὁμογνώμονας, οὔπω νενίκηκας. ἐφέσιμος λοιπὸν εἰς τὸ δικαστήριον ἡ διάγνωσις. τριῶν οὖν ὄντων συνεδρίων, βουλῆς, δήμου, δικαστηρίου, ἀκρι- βέστατον ὡμολόγηται τὸ δικαστήριον. εἰκότως. ἡ βουλὴ
μέν γε καὶ ὁ δῆμος ἀνώμοτοι τὴν ψῆφον φέρουσι, τὸ δικαστήριον δὲ σὺν ὅρκῳ καὶ ἀρᾷ τῇ μεγίστῃ. καὶ οἱ μὲν βοῇ τὰ πολλὰ κρίνουσι πρὸς ὀργὴν φανερὰν καὶ χάριν, οἶ δὲ κρύβδην τὸ δόξαν τίθενται. θόρυβος ἐν τοῖς ἄλλοις ἰσχύει συλλόγοις· ἐνταῦθα πρὸς ὕδωρ οἱ 1 λόγοι. καὶ τί | τὰ ἄλλα; τῇ βουλῇ μὲν οὐκ ἔξεστιν
οὐδὲ τῷ δήμῳ λῦσαι γνῶσιν δικαστηρίου, τῷ δικαστη- ρίῳ δὲ ἀμφοῖν ἅμα.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.