οἴεσθε τοὺς ταμίας μὲν ἢ τειχοποιοὺς ἄρχοντας εἶναι, καὶ πρὶν ἢ λόγον δοῦναι οὐκ ἐξεῖναι στεφανοῦν· ἡμᾶς 1 2 3 4 5 6 δὲ τοὺς ῥήτορας οὐκ ἐν ἀρχῇ τῇ μεγίστῃ θήσεθε; οἷς πρῶτον μὲν τοὺς ἰδιώτας, | ὧς τοῖς ἄρχουσιν, ἀντο- " 7 νομάζετε. εἶτ’ ἐκεῖνοι μὲν ἐπέτειοι, διὰ βίου δὲ ἡμεῖς. καὶ οἱ μὲν ὑφ’ ὑμῶν κληθέντες, ἡμεῖς δὲ αὐτεπάγ- γελτοι. κἀκεῖνοι μὲν ἄλλος ἄλλου μέρους, ὁ στρατηγὸς
τῶν ὅπλων, ὁ ταμίας τῶν χρημάτων, ὁ τειχοποιὸς τοῦ κύκλου, ὁ δημαγωγὸς δὲ οὐκ ἔστιν ὅτου τὴν ἐπιμέ- λειαν οὐ πεπίστευται. κἀκείνοις αὐτὸς ἐπιτέτακται, αὐτὸς ἐξετάζει τοὺς ταμίας, αὐτὸς ἐκπέμπει τοὺς στρα- τηγούς, ἄρχει τῶν ἀρχόντων ἁπάντων μόνος. τοὺς
μὲν οὖν ἔν τινι χρόνῳ καὶ τοὺς κατὰ μέρη προνοουμέ- νους ἀνευθύνους οὐ στεφανώσετε, τοὺς ἀιδίους δὲ τιμήσετε; καὶ παρ’ οὗ μὲν εὐθύνας καθ’ ἕκαστον εἰλήφατε, ἀστεφάνωτον ἐάσετε, τὴν τιμὴν δὲ τῷ παν- τὸς εὐθύνας ὀφείλοντι τοῦ βίου δώσετε;
γὰρ εἴρηται περὶ τῶν ῥητόρων αὐτῶν τῷ Σό- λωνι. καὶ τίνας οὕτως ὑπευθύνους καθίστησι καὶ μο- 8 9 10 νονοὺ καθ’ ἑκάστην ἡμέραν ἀπολογίζεσθαι βούλεται περὶ τῶν πεπολιτευμένων;
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.