πολλοὶ κατέγνωσαν, ὦ μέγα φρονῶν τῷ μὴ κατεγνῶ- σθαι. πρῶτον μὲν οἱ κατήγοροι. κἂν ἀθροίσῃ τις αὐ- τοὺς μόνους, ἱκανοὶ πληρῶσαι τὴν ἡλιαίαν εἰσί. τοσ- οῦτοι κατεμαρτύρησάν σου καὶ φανερᾷ γε τῇ ψήφῳ κατεψηφίσαντο. δεύτερον οἶ καταμαρτυρήσαντες, ἄλλο
πλήρωμα δικαστηρίου. οὐ τοίνυν οὐδ’ οἱ τῆς ψήφου 1 2 3 κύριοι πάντες ἀπολύουσι τοῦτον, παρ’ ὀλίγας γὰρ ἀφεῖται καὶ παρὰ μίαν πολλάκις, ἐγὼ δὲ πάσαις μόνος.
πολλῶν ἀκούω λεγόντων· μόνος Ἀριστοφῶν ἀεὶ φεύγει. οὐδεὶς ἰδὼν ἀδικοῦντα τοῦτον ἐγρά- ψατο; οὕτως εὐκαταφρόνητος αὐτοῖς ὁ ῥήτωρ; οὐδ’ ἐξ ὧν τοὺς προτέρους εἶδον ἡττημένους, ηὐλαβήθησαν; οὐκ ἔστιν. οὐκ ἂν ἐτόλμησαν, εἰ
μή τι συνῄδεσαν. πῶς οὖν ἀποφεύγει πάντας; δεινός ἐστι, πιθαυός, εὐσκώμμων, εἰς γέλωτα μετατρέπει τὰς αἰτίας, ἐκλύει τὸν θυμὸν τοῦ δικαστηρίου, στρατηγοὺς ἀναβιβάζεται παραι- τουμένους, τὴν γυναῖκα εἰσκαλεῖ <καὶ> 4 κλαυθμυριζόμενα, | δεδίδακται δὲ κἀκεῖνα
ἱκετεύειν ἐξ ἔθους. τούτοις τὸ δοῦναι δίκην ὧν ἀδικεῖ διακρούεται. τοιαῦτα θρυλοῦσιν, οὐκ ἀληθῆ μὲν ἴσως, ὑπονοοῦσι δέ, ἐπειδὰν ἐν τῇ πάντων δόξῃ προηλωκὼς ᾖ, καὶ νῦν μὲν οὐ διαφεύξεται προ-
κατεγνωσμένος. εἶτα παρὰ τὰς ἁπάντων ἐλπίδας ἐκφεύγει.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.