οὐ φιλαπεχθημόνως οὐδ’ ἀπερισκέπτως, ἀσφαλῶς δὲ καὶ ἀναιτίως ἐν τοῖς Ἕλλησι πεπολίτευται πρώτη γε πρὸς 2 3 αὑτὴν ὀμόσασα τὸ οὐ μνησικακήσω μετὰ τὴν στά- σιν, ἔνα μὴ κρίσεων καὶ κακῶν ἐμπλήσῃ τὴν πολιτείαν, οὐχ ἧττον ἀτύχημα τὰς συνεχεῖς ἐν δημοκρατίᾳ δίκας νομίζουσα τῆς ὀλιγαρχίας. οὕτω καὶ ὁ δῆμος τὸν ἐμὸν τρόπον ἐμιμήσατο, μᾶλλον δὲ τὸν τῆς πόλεως ἐγώ.
ἀρετὴν κρατεῖν. ἐπεὶ δὲ φιλόνεικος εἶ, φέρε, <τῷ> στικῷ νόμῳ χρήσωμαι. κελεύει δὲ τί; τὰς πλείους κρατεῖν. καὶ νῦν ὅτῳ πλεῖσται γενήσονται, τὸ γέρας λήψεται.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.