τῷ περιόντι νικῶ τούτους ὧν σὺ δι’ ἀγῶνος κρα- τεῖς. τοῦτο καὶ στρατιώτου βέβαιον κράτος, ᾧ μηδ’ εἰς χεῖρας ἐλθεῖν ὑπομένουσι, καὶ ἀθλητῇ καθαρωτάτη καὶ ἀπροφάσιστος ἡ νίκη, ᾧ μηδεὶς ἀθλητῶν ἀνταπο- δύεται τῷ φανερῷ τῆς ὑπεροχῆς καὶ πρὸ τῆς πείρας
παρακεχωρηκότες. ὁ μὲν γὰρ ὧς ὅμοιος ἢ χείρων κατα- φρονηθεές, εἰ καὶ περιγένοιτο, τύχη μᾶλλον ἢ ῥώμῃ 1 2 3 δόξειεν ἂν κρατύνειν, ᾧ δὲ μηδὲν ἀνθίσταται, καὶ τῇ τῶν ἐναντίων ψήφῳ νενίκηκεν ἀνανταγώνιστος εἷναι.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.