παρανόμων μέν, ἐφ’ οἷς γράψαντά με οὐδεὶς ἐγράψατο, παραπρεσβείας δέ, ἐφ’ οἷς πρεσβεύσας πολλάκις οὐκ ᾐτίαμαι, καὶ καθ’ ἕκαστον ἔγκλημα, ἴν ὡς τάχιστα τῆς δυσφημίας ἀπαλλαγῶ ταύτης, ὅτι γε μηδ’ ἐναντίως μηδὲν ἐκρίνατε. ὥστ’ ἐφ’ ᾧ μὲν οὗτος ἐπαίρεται, κἀγὼ
φανερώτερον ἀφεῖμαι παντὸς ἐγκλήματος, τὸ δὲ τοῦ Κεφάλου καλὸν οὐκ ἂν οὗτος εἰπεῖν ἔχοι.
Declamatio 15. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.