τοῖς μὲν ὀφθαλμοῖς ἐκεῖνον, τῇ γνώμῃ δὲ τὸν δῆμον ὁρῶν, τὸν μὲν μισήσας ὧν ἔδρα, τὸν δὲ ἐλεήσας ὧν ἔπασχε προὔθηκα τὰ πρὸς ὑμᾶς τῶν πρὸς τὴν φύσιν δικαίων καὶ γίγνομαι γέρων οὐκ ἀγεννὴς ὑπὲρ νόμων ἀνῃρημένων καὶ περιερρύη τῇδε τῇ δεξιᾷ τὸ αἷμα τοῦ
Κριτίου καὶ δι’ ἑνὸς παραδόξου φόνου καὶ οἶον οὐδεὶς 1 2 3 ἂν ἕτερος ἔχοι λέγειν πάντα πᾶσιν ἀποδέδοται, βου- λευταὶ βουλευτηρίῳ, δικασταὶ δικαστηρίοις, ταῖς ἀρχαῖς οἱ ἄρχοντες, ὁ δῆμος τῇ πνυκί, οἱ φυγάδες τῇ πόλει. δέομαι τοίνυν ἀποδοθῆναι καὶ Κριτίαν τῇ γῇ οὐχ ὡς οὐ πονηρόν, ἀλλ’ ὡς χρηστοῦ πατρός.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.