ἐπιτηδείων μοι τότε καὶ συνόντες καὶ παραμυθούμενοι· ἐλθὼν δέ ποτε παρ’ ἐκεῖνον καὶ μόνον ἀπολαβών, τί ταῦτα, ἔφην, Κριτία; δεσπότης ἀντὶ ῥήτορος; 1 2 3 4 τύραννος ἀντὶ δημαγωγοῦ; ταῦτα ἐπῄνουν; ταῦτα ἐθαύμαζον; ἐπὶ ταῦτά σε ἤσκουν; οὐκ ἐπανήξεις εἰς τὸ γένος; οὐκ ἀποθήσῃ τὴν νόσον; οὐ σωφρονήσεις ποτέ; ἀπόδος τῇ πόλει μὲν τοὺς 5 νόμους, σαυτὸν δὲ τῷ πατρί, καὶ | μάλιστα
μὲν καὶ τοὺς ἄλλους πεῖσον αἰδεσθῆναι τὴν ἐνεγκοῦσαν, εἰ δὲ τοῦτό γε οὐ δυνατόν, ἀνάγκα- σον· εἰ δὲ καὶ τοῦτο ἀμήχανον, φύγωμεν φυγὴν καλήν. ἐδόκουν τὰ τοιαῦτα παραινῶν φλυαρεῖν καὶ
δεύτεροι λόγοι κατεγελῶντο καὶ τρίτοι κατεφρονοῦντο καὶ μόνον εὔδαιμον ἐδόκει τὸ τυραννεῖν.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.