ἐστε φιλάνθρωποι καὶ πρὸς ἔλεον ἕτοιμοι, λέγειν ἂν εἶχον, οἵ γε ὑπὲρ μὲν ἀλλοτρίων νεκρῶν πόλεμον ἤρασθε πρὸς Θηβαίους μεγάλους ἐξ αὐτῶν ὧν ἐνίκη- σαν ἤδη γεγενημένους, τοὺς δ’ ἐν Μαραθῶνι τῶν βαρβάρων ὑμῖν μαχεσαμένους ἐθάψατε τοὺς μετ’ Ἐρε-
τριέων ἐπιθυμοῦντας καὶ Ναξίων εἰς Σοῦσα καὶ τὰς Ἀθήνας μετενεγκεῖν, τὴν αὐτὴν δὲ γνώμην καὶ περὶ Ἀμαζόνας ἐσχήκατε. τὸ δὲ ἔτι μεῖζον, ἅλωσις μὲν πόλεως ἐν δράματι θρηνοῦντα τὸν δῆμον ἔδειξεν. Αἴας δὲ ἀποστερούμενος παρὰ τῷ Σοφοκλεῖ ταφῆς ταὐτὰ
1 2 ποιεῖ. καὶ μακρὸν ἅπαντα καταλέγειν ἅ τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, φιλανθρωπίας ἐστὶν ἐπιδείγματα.
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.