τις ἐντυχὼν συγγενὴς ἢ δημότης ἢ ἄλλος πρεσβύτης ἄνθρωπος πατὴρ τοσοῦτον ἤρετο· Κάλλαισχρε, σοὶ διδόντων Ἀθηναίων ὅ τι ἐθέλεις αἰτεῖν ᾔτεις τι πρὸ τοῦ Κριτίου νεκροῦ καὶ νῦν ἀπέρχῃ χρυσίον παρὰ τοῦ δήμου φέρων οὐ τεθαμμένου 1 τοῦ σώματος ἐξὸν δι’ ἀμφοῖν εὐδοκιμεῖν, καὶ οἷς ἔκτεινας καὶ οἷς ἔθαψας; ἢ τοῦτο ἔδεισας μὴ σὺ μὲν ἐπαγγείλῃς, οἶ δὲ οὐ δῶσιν; οὐκ οἶσθα τὸν τῆς πόλεως τρόπον, πῶς οὐκ ἂν ἐπὶ τούτοις, ὦ Ἀθηναῖοι, κατέδυν;
Declamatio 14. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.