κακῶν φρουρούμενοι μὲν οὕτως ἀκριβῶς, | ὁρῶν- 3 τες δ’ ὑμᾶς περιεστηκότας φιλοπόνως, τὰς ναῦς ἐφορ- μούσας, ἄλλους ἐπ’ ἄλλοις στρατηγοὺς πλέοντας, οὐδὲν τῶν εἰς σωτηρίαν φερόντων, τὰ ἔνδον πάντα ἐξανηλω- μένα; πόθεν οὖν εἶχον τραφῆναι; ἐκ τοῦ οὐρανοῦ;
γέλως ταῦτα καὶ χλεύη πρὸς οἷς ἠτυχήκασιν.
φθέντες εἰς Θρᾴκην οὐδὲν θαυμαστὸν ἦν, ἀλλὰ γνώμη πολλή. ἐκεῖνοί τε γὰρ ἀήθεις ἑτέρων ὑπακούειν οὗτοί τε ὑβρισταί. πάντες δ’ οἱ παρὰ τὴν ἀξίαν δου- λεύοντες κἂν ἀποστῶσι νεωτερίζουσι κἂν δουλεύοντες ἀνέχωνται. καὶ ὅτι γε πρᾶγμα εἰκὸς ἐποίουν εἰς τὴν
4 5 6 ἐξ ἀρχῆς τάξιν αὑτοὺς ἐπανάγοντες, ἡ τοῦ πολέμου πρόφασις μαρτυρεῖ. διὰ τί γὰρ οἱ Λακεδαιμόνιοι πολε- μοῦσιν ἢ μετ’ ἐκείνων ἡμεῖς; οὐχ ἔνα οἶ νῦν δεδου- λωμένοι τὴν ἐλευθερίαν ἀπολάβωσι; πάντας ἂν οἶμαι
τοῦθ’ ὁμολογῆσαι.
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.