πλέουσι θάλατταν, ἥτις οὐδέποτ’ ἂν αὐτοὺς ἐκκαθά- ρειεν, αὐτὸν τὸν Ποσειδῶ οὗ τὴν λῆξιν μιαίνουσιν.
σονται καὶ παρ’ ἐκείνους φήσουσιν εἶναι τὰ μι- άσματα τοὺς ἁψαμένους αὑτῶν. τοῦτο γὰρ λοιπὸν τὸ πρὸς οἶς πεπόνθασι καὶ τὴν αἰτίαν αὐτῶν ἐνέγκα- σθαι. ἐγὼ δ’ ὡς μὲν οὐχὶ κἀκεῖνοι γεγόνασι καὶ εἰσὶν ἐναγεῖς μετὰ τοιαύτας τροφάς, οὐκ ἀντιλέγω. λέγω
μέντοι τοῦτο αὐτὸ μείζονα ἔλεγχον εἶναι τῆς Ἀθηναίων ἀσεβείας. εἰ γὰρ μηδὲ οἱ βιασθέντες εἰσὶ καθαροί, πῶς οἱ καταναγκάσαντες; καὶ εἰ τοὺς ἐλεηθέντας ἂν δικαίως ὑπὸ πάντων ἐφ’ οἷς ἠτύχησαν ἀναγκαῖον μι- σεῖν, πῶς οὐ τούτους πλέον οἴ κἀκείνους εἰς τὸ μία-
σμᾶ προσήγαγον;
Declamatio 13. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.