σε ὄψεται; τί δ’ ἐραστόν σοι παρ’ ἐμοί; τί δέ σε ἤγαγεν ἐνταυθοῖ, πρὸς θεῶν; οὐ γὰρ παῖδας Δωριεῖς ἢ παρθένους ἐξ Ἰωνίας ἢ πολὺν ἄκρα- τον εὑρήσεις παρ’ ἐμοί. τί οὖν ἐνοχλεῖς δωρεὰν Τίμωνα; τί δὲ τὸν ἐμὸν τρόπον ἐκφέρεις εἰς
τοὺς πολλούς; τί δ’ ἐξορχῇ τὸν ἡμέτερον βίον; οὐκ ἀρκεῖ τὰ μυστήρια;
ἐφειστήκει πάλιν καιρὸν ἀναχωρήσεως οὐκ ἐνδιδούς. πολλὰς ἐφόδους ἤνεγκα, πολλὰς Ἀλκιβιάδου προσβολὰς ἀπεωσάμην. τὸ τελευταῖον δὲ μεγάλῳ τινὶ μηχανήματι τοῦ κάλλους κατασεισθεὶς κατηνέχθην. καὶ τρόπαιον καθ’ ἡμῶν ἔστησεν Ἀλκιβιάδης καὶ τὸν ἐμὸν ἤλεγξε
2 3 τρόπον καὶ τὴν φύσιν ἀσθενεστέραν τὴν ἐμὴν τῆς τοῦ σώματος ὥρας ἔδειξε. δέσμιος δὲ διὰ τὸν ἔρωτα οἰκτρός, αἰχμάλωτος ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὴν πόλιν ἤχθην ὁ μισάνθρωπος καὶ οὐχ ἑνός, τρισμυρίων δὲ
θανάτων ἄξιος.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.