τῶν σῶν ἐπιτηδευμάτων κεχώρισται, ἡ πενία τοῦ πλούτου, τῆς μέθης ἡ σωφροσύνη, τῶν κώμων καὶ τῆς ἀσελγείας ἡ παρ’ ἐμοὶ καρτερία, τῆς πόλεως ἐν ᾗ κωμάζεις ἡ κακοδαίμων ἐσχα- τιὰ διὰ τὴν σὴν ἔφοδον. σὺ μὲν Ἀγάθωνα καὶ
Σωκράτην, μᾶλλον δὲ τὸν δῆμον ὅλον ἐραστὴν 1 2 αὐχεῖς, ἐμοὶ δὲ ἀπεναντίον ὁ τρόπος. μισῶ γὰρ οὐκ Ἀθηναίους μόνον, ἀλλὰ καὶ πάντας ὅσοι τοιαύτης εἰσὶ φύσεως.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.