διὰ τῆς εἰκόνος. ἐμίσουν δὲ καὶ τῶν ὀνείρων ἐκεί- νοῦς οἱ πρὸς τὴν τῶν ἀνθρώπων ὁμιλίαν ἡμᾶς ἦγον, καὶ συνεχῶς ἐκ μέσων ἀνεπήδων τῶν ὕπνων οὐ φέ- ρων τὴν θέαν. καὶ ἐμαυτὸν δ’ ἐμίσουν πολλάκις, ὅτι δὴ τὴν φύσιν ἄνθρωπος ἦν. ἐλύπει δέ με κἀκεῖνο, νὴ
τοὺς θεούς, εἴποτ’ ἐνθυμηθείην ὡς ἄρα μνήμην τινὰ ἔχουσι παρ’ ὑμῖν τινές. οὐδὲ γὰρ οὐδὲ ἄχρι ῥήματος καὶ ψιλῆς ὑπονοίας ἠβουλόμην παρ’ ὑμῖν μνημονεύε- σθαι.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.