ἀνθρώπους ὁμιλίας ἐγενόμην, τὴν δ’ ἐσχατιὰν κατα- λαβὼν καὶ τὴν ἐρημίαν ἀσπασάμενος ἤμην ἐπ’ ἐμαυ- τοῦ τὴν ἐκκλησίαν καὶ τὸ βῆμα καὶ τοὺς ἐνταυθοῖ θορύβους ἄστροις, τοῦτο δὴ τὸ τοῦ λόγου, τὸ λοιπὸν τεκμαιρόμενος, πόλεμον δ’ ἄσπονδον πρὸς τὴν φύσιν 1 2 3 4 5 ἀναδεξάμενος, ζηλωτόν τινα καὶ μακάριον διῆγον βίον οὐ θεώμενος ἄνθρωπον, οὐκ ἀκούων οὐδενός, οὐ προσ- ομιλῶν, ὀλίγα τῷ κυνὶ διαλεγόμενος, καὶ τοῦ πυρὸς εἴ τις προσίοι μετασχεῖν ἐθέλων, κἀκείνῳ φθο- νῶν, συστέλλων τὰς ὄψεις, πάλιν ἐπιβάλλων τὰς Χεῖ-
ῥᾶς ταῖς ἀκοαῖς, εἴ πού τις ἀνθρώπων κτύπος προσιόν- των ἠκούετο.
Declamatio 12. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.