τοῖς δεσμοῖς ὁ πατήρ, πατὴρ γενναῖος, πατὴρ ἀτυχής, ἐγκαλεῖσθαι μὲν ὑπ’ οὐδενὸς ἀνθρώπων δικαίως δυ- νάμενος, ἐγκαλεῖν δὲ αὐτὸς ἔχων τῇ Τύχῃ, οἴων ἡμᾶς ἐλπίδων ἐκβέβληκεν ἡ δαίμων.
ἄλλας νήσους διελθὼν τὰς μὲν πείσειν, τὰς δὲ ἀναγκά- σειν πρὸς τὴν πόλιν βλέπειν καὶ τοῖς τῶν Ἀθηναίων ἄγεσθαι νεύμασι δεινὸν εἶναι νομίζων τῷ μὲν τούτων δρόμῳ τὴν Ἑλλάδα σεσῶσθαι, τὸ δ’ ἄρχειν τῶν Ἑλ- λήνων ἑτέρων εἶναι, καὶ νεῶν δ’ ἂν ἐνέπλησας τοὺς 1 ἡμετέρους λιμένας ἀπὸ χρημάτων | ὧν ἦγες, ἐβου-
λεύου ’δει ὡς ἔλεγες πολλάκις, ἐλθεῖν ἐπὶ τὴν τοῦ Μήδου χώραν πρὶν ἐκεῖνον ἐφ’ ἡμᾶς, ἄξειν δὲ καὶ 2 3 ἐμὲ τὸν υἱὸν ἐπὶ τῆς στρατηγίδος νεὼς μαθητὴν ἔργων πολεμικῶν.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.