ἀτυχημάτων ἐδίδου δίκην; πλὴν εἰ τοῦτο λέγοι τις ὡς ἠδίκει Ξανθίππῳ προσκρούων καὶ οὐ κολακεύων ἄν- θρωπον πεῖσαι δυνάμενον ὅτι καὶ ὧν οὐκ ἔστιν ἐπι- λαβέσθαι τῆς γνώμης, καὶ τούτους κολαστέον.
ἐπαινεῖν ἤ τοῦτον κωλύειν ποιεῖν ὅ μὴ καλῶς ἐκείνοις παρῶπται; ὅλως δὲ | ἀρχή τις τῶν πραγμάτων 4 ἕκαστον εἰσήγαγεν. εἰ δ’ ἀεί τινος ἔδει παραδείγματος, οὐκ ἂν ἀρχὴν οὐδὲ ἓν ἐλάμβανεν. ἀρχὴ τοίνυν αὕτη γενέσθω τοῦ καὶ ταῦτα γίνεσθαι τοῖς πατράσιν ἤ, εἰ
βούλεσθέ γε, τοῖς παισίν, εἴ τινα τῶν πατέρων τοι- αῦτα βεβουλευμένον τοιαύτη καταλαμβάνει τύχη.
κλησίαν ἐπὶ τοῦ Μαραθῶνος παρ’ αὐτὸ γεγενῆσθαι τὸ τρόπαιον, ἦν γὰρ ἄν μοι ταῦτα ἀντὶ συνηγόρων, καὶ νῦν δὲ τῇ διανοίᾳ πρὸς ἐκεῖνα βλέποντες οὕτω χειρο- τονεῖτε. πάντως δὲ δι’ ὑμῶν ὁ στρατηγὸς ἐνίκα καὶ 5 6 7 δικαίως ἂν αἰσχύνοισθε καὶ τὸν χῶρον καὶ τὸ τρό- παιον.
Declamatio 11. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.