εἰσελθεῖν ἐκεῖσε οὗ κατέκειτο ἡ ταλαίπωρος ἀρρωστοῦσα τίλλουσα τὰς τρίχας καὶ σπαράττουσα τὸ πρόσωπον καὶ τούτου δεομένη λῆξαι τοῦ θυμοῦ καὶ μὴ τυγχά- νουσα οἴκτου καὶ τὴν ψυχὴν ἅμα δάκρυσιν ἀφιεῖσα, καλόν γε οὗ ταῦτα ἐπράχθη πίνειν ἐμὲ καὶ στεφα-
νοῦσθαι καὶ τοὺς ἐπιτηδείους ἑστιᾶν καὶ λύρας ἀκούειν καὶ σκολίων καὶ ἄλλα ποιεῖν ὅσα ἐν συνδείπνῳ νόμος. καλῶν γε ὀνειράτων ἐπὶ τοιούτοις δείπνοις γευσόμεθα. τίς καὶ πρὸς ἑτέρους ἀγῶνας ἀπ’ εὐσεβῶν πλεύσομαι τῶν ἔργων; δέδοικα, ὦ ἄνδρες Ἀθηναῖοι, μή με τοῦτο
τῆς εὐνοίας ἀποστερήσῃ τῆς τῶν Ἐλευσινίων θεῶν, 1 2 δέδοικα μή μοι δυσμενῆ ποιήσῃ τὰ πνεύματα, μὴ τοὺς 3 Αἰακίδας ἐχθρούς, | μὴ τὴν θάλατταν ἐναντίαν.
τῆς τέρψεως. βεβίωκα τὸν αὐτὸν μηδενὸς τῶν σῶν μετέχων· οὐ προήσομαι τὴν ἀπὸ ταύτ’ ἦς τῆς μελέτης ἡδονήν. χωρὶς δὲ τούτων, οὐδ’ ἄλλως ἡμῖν ἀσφαλὲς συνοικεῖν. λέγεται γὰρ τὴν φύσιν βέβαιόν τι καὶ πάγιον εἶναι. σὺ μὲν οὖν ἐπ’ ἄκρον ἀρετῆς ἥκεις καὶ
οὐδ’ ἂν τοῖς φιλαιτίοις εἰς αἰτίαν ἀφορμὴν δοίης, ἐγὼ δὲ γέμω νοσημάτων, ἃ νῦν μὲν ἴσως ἡσυχάζει, χρόνου δὲ προἰ·όντος κινήσεται. ἀνάγκη δὴ πάλιν ταὐτὰ ποιεῖν, μέμφεσθαι, καταβοᾶν, ἐγκαλεῖν, κατηγορεῖν τῶν διαλλαγῶν, ἐπαινεῖν τὴν ἀποκήρυξιν, βουλεύεσθαι περὶ
δευτέρας. <καὶ> d οὐκέτ’ ἂν ἐμὸν εἴη μόνον ἀλλὰ καὶ ὧν ἡγησάμην ἀπάντων Ἀθηναίων.
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.