1 2 λεται, τῆς δόξης καὶ θαρρείτω γε ὡς οὐδὲν κακὸν ὑπ’ ἐμοῦ πεισόμενος, οὐ γὰρ δὴ μνησικακήσω γε οὐδ’ ἐπὶ τιμωρίαν τρέψομαι, μήποτε οὕτω γενοίμην κακός, ἀλλὰ κἂν εἴ τις ἄλλος ἐπηρεάζοι, καὶ χαλεπανῶ καὶ οὐκ
ἐπιτρέψω καὶ παῖδα οὗτος ἐν τούτοις ὄψεταί με, τὴν δὲ οἰκίαν ἐχέτω καθ’ αὑτὸν καὶ κληρονόμον ζητείτω χρηστόν τινα καὶ σώφρονα. πολλοὶ δὲ Ἀθήνησι καὶ 3 ἴσως πλὴν ἐμοῦ | πάντες. τί σαυτόν, ἄνθρωπε, καταισχύνεις; τί τῶν ὀνειδῶν ὧν ἀπήλλαξας τὸν οἶκον,
ταῦτα πάλιν σαυτῷ περιάπτεις; εὐδοκίμησας ἐκβαλών με καὶ] διαφύλαττέ σοι τὴν δόξαν.
μὲν οὐδ’ ἂν τότε περὶ πατέρα ἡμάρτανον, σὺ γὰρ τοῦτο ἐξήλειψας τὸ δίκαιον διὰ τοῦ δικάζοντος. πλὴν δῶμεν ἀπ’ ἐκείνων ἂν γενέσθαι τινὰ παρὰ τῶν θεῶν ὀργήν, εἰ δὲ ἐν οἷς με σὺ κατέστησας, ταῦτα ἀκίνητα φυλάττω, πῶς τοῦτο τοῖς θεοῖς ἀηδές; δεινὸν τὸ μὴ
χαρίσασθαί σοι; τὸ δὲ τὴν μητέρα προδοῦναι τὴν διὰ τὴν ἐπ’ ἐμοὶ λύπην ἀποθανοῦσαν οὐ δεινόν; ἢ ταῦτα 4 5 οὐκ οἴει τοὺς θεοὺς εἰδέναι ἢ μὴ βούλεσθαι παρὰ τοῖς υἱέσιν εἷναί τι καὶ τὸ τῶν μητέρων; αὐτῶν δὲ ἐκείνην αἰσθανομένην οὐκ οἴει στενάξειν καὶ διαλέξε- σθαι τοῖς τούτων ἐφόροις δαίμοσιν οἷα ἀνθ’ οἴων κομίζεται;
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.