οὐ διηλλάττου τι παιδί. τὴν γνώμην εὕρισκον τοῦ Πυθίου, σὺ δ’ οὔπω με σωφρονεῖν ἡγοῦ. ἀντέσχον πρὸς τὴν φήμην ἐκείνην καὶ τὸν λόγον τῆς βασιλέως στρα- τείας· Ξέρξης ἐλαύνει τοὺς τὴν Ἀσίαν οἰκούν- τας μικροῦ πάντας ἐπὶ τὴν Εὐρώπην ἄγων, 1 2 καλύπτεται δὲ καὶ ἡ γῆ πεζῷ | πολλῷ καὶ 3 ναυσὶ θάλαττα. ποταμοὺς δὲ ἤλεγξεν ἡ στρατιὰ πιοῦσα, τῶν τοξοτῶν δὲ ἀφιέντων βέλη τὸ ὑπὸ τούτοις σκιά, γῆν δὲ ποιεῖ τοῖς ὁπλίταις καὶ ταῖς τριήρεσι θάλατταν. καὶ δοκεῖ τοῖς ὁρῶσι
θεῶν ὁ μέγιστος ἐν ἀνθρώπου τύπῳ πάντα κινεῖν, τῶν δ’ Ἑλλήνων οἶ μὲν φόβῳ συνακο- λουθοῦσιν, οἶ δὲ ἡσυχάζειν ἐγνώκασι.
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.