ἐπὶ μὲν τῶν ἵππων τοῦτο ποιοῦντες εὖ φρονεῖν δόξο- μεν, τοῖς δὲ υἱέσιν, ἂν ὑπὸ τῆς εὐφυίας ἐκτείνωνται, τὴν οἰκίαν ἀλλοτρίαν καταστήσομεν; καίτοι μᾶλλον ἔχει λόγον τοὺς βραδεῖς ἐκβάλλοντας τῶν ὀξέων ἔχε- σθαι ἤ ἐκείνους ἀγαπῶντας τούτοις ὧς πονηροῖς μάχε-
σθαι. νῦν δὲ Μιλτιάδης μὲν στέργων διατελεῖ Κίμωνα ὃν ἴστε, καὶ οὐκ ἐποιήσατο τὴν εὐήθειαν τοῦ νεανίσκου πρὸς ἀποκήρυξιν αἰτίαν, τῶν δὲ ἐμῶν ὁ πατὴρ οὐκ ἠνέσχετο σκιρτημάτων, μᾶλλον δὲ τὰς ἄλλας νουθεσίας ἀτιμάσας ἀπεκύρυξε τῆς οἰκίας καὶ λέγει μὴ μισοῦντος
1 2 εἶναι τὸ ἔργον, ἀλλὰ καὶ παιδεύοντος καὶ βουλομένου με μετὰ τὴν θεραπείαν τῶν τρόπων κομίσασθαι.
τὸ τῶν κοινῶν φροντίζειν καὶ τὴν πόλιν εὖ ποιεῖν ἤδη σωφρονοῦντος ἢ παροινοῦντός ἐστιν; οὐκ ἂν εἷναι φαίης τά γε τοιαῦτα μεθυόντων. ἐγὼ δὲ τὸ χθὲς τού- των ἡψάμην τῶν φροντίδων ἢ πάλαι; πῶς οὖν οὐχ ἄμα τε μετεβεβλήμην καὶ πρὸς τὸν οἶκον ἐκαλούμην;
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.