δυοῖν ἀπήλλακτο κακοῖν, ἐμοῦ τε κἀκείνης. χρόνος μετὰ ταῦτα πολὺς καὶ γράμματα μυρία καὶ Νεοκλῆς ὁ αὐτός.
γέρων ἀνὴρ οὐκ ἐπὶ τῶν αὐτῶν μένει; οὐδ’ ἃ καλῶς ἔκρινεν ἔχειν τηρεῖ; οὐ δείκνυσι βεβαιότητα τρόπων; οὐ δέδοικε μή τις αὐτὸν Εὔριπον ἐν σκώμματι καλέσῃ; ἀλλ’ εἰ μὲν τῶν νεωτέρων τις τοῦτ’ ἐπεπόνθει, κάκι- στος ἂν ἦν καὶ κατηγόρεις εὐθὺς καὶ ἀπεκήρυττες·
αὐτὸς δὲ τοῖς δευτέροις τὰ πρότερα διαβάλλων οὐκ αἰσχύνῃ; ἔα γνῶσιν καλὴν καὶ προσήκουσάν σοι μένειν καὶ μὴ τὴν εὐδοξίαν ἣν ἐκτήσω διὰ τῆς ἀποκηρύξεως ἀνέλῃς.
πλέθρα δὲ γῆς ἤ τι τοιοῦτον, ἆρ’ οὐκ ἄν σοι δοκεῖ φυγεῖν τὸ τὴν γῆν λαβεῖν, εἰ δ’ αὖ ἀναγκάζοιτο, δι- χόθεν ἀλγήσειν, ἔκ τε τοῦ μὴ τυχεῖν ὧν ἐβούλετο καὶ λαβεῖν ὑπ’ ἀνάγκης οὗ μηδὲν ἔχρῃζε; σαφῶς γὰρ τοῦτο τιμωρία τίς ἐστιν ὃ μὴ κατὰ νοῦν τῳ γίγνεται.
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.