παια ἱστάντες, ἐγὼ δὲ μετρίως φέρων τὴν τύχην. καὶ οὐκ ἂν φαίην ὡς ἠπόρουν τῶν ὑποδεχομένων οὐδ’ ὡς ἤλεγξεν ὁ καιρὸς τοὺς φάσκοντας εἶναι φίλους, ἦσαν γὰρ ὡς ἀληθῶς κἀν ταῖς συμφοραῖς. καὶ τοσοῦτον ἀπέσχε τοῦ δυνηθῆναι πεῖσαι φυγεῖν τὰς μετ’ ἐμοῦ
διατριβὰς τοὺς ἡλικιώτας ὥσθ’ οἱ πολλοὶ τῶν γένει λαμπρῶν ἐρρῶσθαι τοῖς αὑτῶν φράσαντες γυμνασίοις εἰς Κυνόσαργες ἔτρεχον. ἐφ’ οὓς ὅπως οὐ παρώξυνε τοὺς πατέρας οὑτοσὶ Νεοκλῆς οὐδὲ ἔπεισεν ἀποκηρύξαι λέγων ὅτι διαφθερῶ τοὺς υἱεῖς αὐτοῖς καὶ ἐμαυτῷ
ποιήσω παραπλησίους τεθαύμακα.
Declamatio 10. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.