ἀλιτήριος καὶ τὸ μή σοι συνοικεῖν | εὐδαιμονίαν 1 τιθέμενος ἐδεήθην τότε δικαστῶν; οὐκ ἔστιν. ἀνὴρ Ἕλλην, Ἀθηναῖος, τῆς ἡμερωτάτης πόλεως, ἐν τοῖς ἤθεσι τῆς δημοκρατίας τραφείς, ὃν ἐγέννησα, ὅν ἀνέ- θρεψα, ὅν ἐν ταῖς ἐμαυτοῦ χερσὶν οὐκ ὀλιγάκις ἤνεγκα,
ἐν ᾧ τὰς τοῦ γήρως εἶχον ἐπικουρίας, τοῦτον ὁρῶν εὔτα- κτον, κόσμιον, σώφρονα, τοῖς ὅλοις ἄμεμπτον ἐμίσουν. ἐξήλαυνον, ἐποίουν ἀλλότριον; ποῖον φάρμακον πιών; ἐκ ποίας μανίας κατ’ ἐμαυτοῦ φέρων τὴν πληγήν;
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.