δοκτο φεύγειν καὶ ζητεῖν αἰσχρὰν σωτηρίαν, | 1 ἀλλ’ ὅμως ταῦτα ἐγνωκότας ἔδειξας ἐξαίφνης ἐν μέσῳ τῶν βαρβάρων ὥστ’ ἀνάγκην εἶναι ναυμαχεῖν. καὶ οἷς ἔδρων οὐχὶ βουληθέντες ἐνίκων καὶ ὧν ἔλαβον ἄν, εἰ προῄσθοντο, παρὰ σοῦ δίκην, ἀντὶ τούτων σὲ σω-
τἤρᾳ τῆς Ἑλλάδος καλοῦσιν. οὕτως οὐδὲν θαυμαστὸν τὸ αὐτὸ καὶ βαρὺ τοῖς ποιοῦσιν εἷναι καὶ λυσιτελέστα- τον. καὶ νῦν μή μοι τοῦτο λέγε μόνον, ὡς οὐκ ἂν βουλοίμην καὶ ἄκοντι χαριζόμενος ἐν οἷς χαρίζῃ λυπεῖς, ἀλλ’ εἰ μὴ καλὸν ἀκολουθῆσαι τοῖς τῷ πατρὶ
δοκοῦσι καὶ δοῦναι χάριν ἐν τῷ λαβεῖν.
πον ἐν ἐγκλήματι μὲν προφέρων τὴν ἀποκήρυξιν, αὐτὴν δὲ ταύτην ὅπως μενεῖ ποιῶν καὶ δι’ ὁμοίας ὀργῆς ἀμφότερα λαμβάνων, τό τε τῆς οἰκίας ἀπελθεῖν τό τε αὖθις ἐκεῖσε ἄγεσθαι, ὥσπερ ἂν εἴ τις τὸν ὧν ἀπεστέρησε χρημάτων ταῦτα ἀποδιδόντα πάλιν δυσμενῆ
κρίνοι παραπλησίως ἔν τε ἐκείνῳ καὶ τούτῳ.
Declamatio 9. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.