νῶς πεπείραμαι. ὅς δὴ πολλὰς ἀνθρώπων θυγατέρας 1 2 3 δυστυχεῖς ἀπέφηνε τὸ Ποσειδῶνος εἶναι παῖς ἐφόδιον πρὸς τὸ ἀδικεῖν ἔχων. τοῦτο γὰρ καὶ σιωπῇ στένειν τοὺς κακῶς παθόντας ἠνάγκαζεν. οὐδὲν δὲ λαμπρὸν οὐδὲ νεανικὸν ἡγούμενος ἐν ἀνθρώπων τέκνοις ἐπι- δείκνυσθαι τὸ θράσος εἶδεν εἰς Ἀλκίππην τὴν ἐμὴν
ἀδίκοις ὄμμασι καὶ ἰδὼν οὐκ ἐπέπληξεν ἑαυτῷ μὴ τῶν τοιούτων ἐπιθυμεῖν, ἀλλ’ ὡς ἢ μηκέτ’ ὄντος | 4 ἐμοῦ ἢ μὴ δυναμένου τοῖς ἐμαυτοῦ βοηθεῖν ἢ δόγμα- τος παρ’ ὑμῖν νενικηκότος ἐξεῖναι τοῖς βουλομένοις εἰς ἡμᾶς ὑβρίζειν πρῶτον μὲν προσέπεμπε τοὺς περὶ
τοιούτων αὐτῇ διαλεξομένους οἰόμενος αὐτὴν εὐθέως ἐνδώσειν ὑβρίζων πρώτῃ τῇ ἐλπίδι.
Declamatio 8. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.